Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.115 Joseph. AJ 3.120 (English) >>Joseph. AJ 3.124

3.118τοῦ δὲ κατὰ δύσιν τοίχου κίονες μὲν ἓξ ἦσαν, συνῄεσαν δʼ ἀλλήλοις ἀκριβῶς ἅπαντες, ὥστε μεμυκότων τῶν ἁρμῶν ὡς ἕνα δοκεῖν εἶναι τοῖχον αὐτῶν τὴν συνέλευσιν χρύσειον τά τε ἔνδοθεν καὶ τὰ ἐκτός· 3.119ἀνηλόγει γὰρ τῶν κιόνων ἀριθμός· εἴκοσι γὰρ ἦσαν καὶ παρεῖχε πλάτος τρίτον σπιθαμῆς ἕκαστος αὐτῶν, ὥστε συμπληροῦσθαι τοὺς τριάκοντα πήχεις ὑπʼ αὐτῶν· κατὰ δὲ τὸν ὄπισθεν τοῖχον, ἐννέα γὰρ πήχεις οἱ ἓξ κίονες παρέχονται συνελθόντες, δύʼ ἑτέρους ποιοῦνται κίονας ἐκ πήχεως τετμημένους, οὓς ἐγγωνίους ἔθεσαν ἐπʼ ἴσης τοῖς μείζοσιν ἠσκημένους. 3.120ἕκαστος δὲ τῶν κιόνων κρίκον εἶχε χρύσεον κατὰ τὸ ἔξω μέτωπον προσφυὴς ὥσπερ ῥίζαις τισὶν ἐμπεπλεγμένος κατὰ στίχον πρὸς ἀλλήλους τετραμμένοι τὴν περιφέρειαν, καὶ διʼ αὐτῶν ἐπίχρυσοι σκυταλίδες ἐλαυνόμεναι πέντε πήχεων ἑκάστη τὸ μέγεθος σύνδεσμος ἦσαν τῶν κιόνων, ἐμβαινούσης κατὰ κεφαλὴν σκυταλίδος ἑκάστης τῇ ἑτέρᾳ τεχνητῷ στρόφιγγι κοχλίου τρόπον δεδημιουργημένῳ. 3.121κατὰ δὲ τὸν ὄπισθεν τοῖχον μία φάλαγξ ἦν διὰ πάντων ἰοῦσα τῶν κιόνων, εἰς ἣν ἐνέβαινον πλάγιαι αἱ τελευταῖαι τῶν σκυταλίδων ἐξ ἑκατέρου τοίχου τῶν ἐπιμηκεστέρων καὶ κρατεῖσθαι συνέβαινεν αὐταῖς γιγλύμοις τῷ θήλει τοῦ ἄρρενος συνελθόντος. τοῦτο μέντοι πρὸς τὸ μήθʼ ὑπὸ ἀνέμων κραδαίνεσθαι μήτʼ ἄλλης αἰτίας τὴν σκηνὴν συνεῖχεν, ἀλλʼ ἀκίνητον αὐτὴν ἐν ἠρεμίᾳ πολλῇ διαφυλάξειν ἔμελλεν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.115 Joseph. AJ 3.120 (English) >>Joseph. AJ 3.124

Powered by PhiloLogic